Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 3
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 3.4
Not analysed yet
ἐπὶ μὲν γὰρ τῆς ἀποτέξεως ἡ ἀναφορὰ τοῦ κατ᾿ οὐρανὸν ἀνίσχοντος ζῳδίου τετηρήσθω, ἐπεὶ τὸ ὡροσκοποῦν ὀρισάμενοι οἱ Χαλδαῖοι ἐπὶ τὴν ἀναφορὰν τὸν <συ> σχηματισμὸν τῶν ἄστρων ὅπερ ὅπερ καλοῦσιν, ἐφ’ ᾧ τὰς προαγορεύσεις δογματίζουσιν. οὔτε δὲ τὴν γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πιπτόντων λαμβάνειν δυνατόν ἐστιν, ὡς παραστήσω, οὔτε τὸ ὡροσκόπιον ἀπλανὲς καθέστηκεν, οὔτε τὸ ἀνίσχον ζῴδιον πρὸς ἀκρίβειαν καταλαμβάνεται.