Ancient Greek
3.5 to 3.7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 3.5-7
Not analysed yet
πῶς οὖν ἀσ<ύσ> τατος ἡ τῶν Χαλδαίων μέθοδος, νῦν λέγωμεν. τὴν γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πεσουμένων πρότερον ὁρίσαντες ἐπιζητεῖν ἤτοι ἀπὸ τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως λαμβάνουσιν ἢ ἀπὸ ἐκτέξεως. καὶ εἰ μὲν ἀπὸ τῆς συλλήψεως λαμβάνειν ἐπιχειρήσει τις, ἄληπτός ἐστιν ὁ ἀκριβὴς περὶ τούτου λόγος, ταχὺς ὑπάρχων χρόνος· καὶ εἰκότως· οὐ γὰρ ἔχομεν λέγειν, εἴτε ἅμα τῇ μεταθέσει τοῦ σπέρματος γέγονεν ἡ σύλληψις εἴτε καὶ μή. δύναται μὲν γὰρ καὶ ἅμα νοήματι τοῦτο συμβαίνειν, ὥσπερ καὶ τὸ προσαχθὲν τοῖς διαπύροις τῶν κλιβάνων στέαρ εὐθὺς κολλᾶται. δύναται δὲ καὶ μετὰ χρόνον. διαστήματος γὰρ ὄντος ἀπὸ τοῦ στόματος τῆς μήτρας μέχρι τοῦ πυθμένος, ἔνθα καὶ τὰς συλλήψεις λέγουσι γίνεσθαι ἰατροί, πάντως ἐν χρόνῳ τινὶ τὸ διάστημα τοῦτο ἀνύειν πέφυκε καταβαλλομένη τοῦ σπέρματος ἡ φύσις.