Ancient Greek
31.7 to 31.8
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 31.7-8
Not analysed yet
τί με λέγετε ἀγαθόν; εἷς ἐστιν ἀγαθός«. ταῦτα μὲν οὖν τὰ Μαρκίωνι δόξαντα, δι’ ὡν ἐπλάνησε πολλοὺς τοῖς Ἐμπεδοκλέους λόγοις χρησάμενος καὶ τὴν ὑπ᾿ ἐκείνου ἐφηυρημένην φιλοσοφίαν ἰδίᾳ δόξῃ μετάγων αἵρεσιν ἄθεον συνεστήσατο· ἣν ἱκανῶς ἠλέγχθαι ὑφ’ ἡμῶν νομίζω μηθέν τε καταλελεῖφθαι, ὡν κλεψιλογήσαντες παρ᾿ Ἑλλήνων τοὺς Χριστοῦ μαθητὰς ἐπηρεάζουσιν, ὡς τούτων αὐτοῖς γενομένους διδασκάλους. ἀλλ᾿ ἐπεὶ καὶ τὰ τούτου ἱκανῶς ἡμῖν δοκεῖ ἐκτεθεῖσθαι, ἴδωμεν τί λέγει Καρποκράτης.