Ancient Greek · ~2 min
ΒΙΒΛΟΝ Ζ, Chapter 32
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 32.1-3
Not analysed yet
Καρποκράτης τὸν μὲν κόσμον καὶ τὰ ἐν αὐτῶ̣ ὑπὸ ἀγγέλων πολὺ ὑποβεβηκότων τοῦ ἀγενήτου πατρὸς γεγενῆσθαι λέγει, τὸν δὲ Ἰησοῦν ἐξ Ἰωσὴφ γεγεννῆσθαι καὶ ὅμοιον τοῖς ἀνθρώποις γεγονότα δικαιότερον τῶν λοιπῶν γενέσθαι, τὴν δὲ ψυχὴν αὐτοῦ εὔτονον καὶ καθαρὰν γεγονυῖαν διαμνημονεῦσαι τὰ ὁρατὰ μὲν αὐτῇ ἐν τῇ μετὰ τοῦ ἀγενήτου θεοῦ περιφορᾷ, καὶ διὰ τοῦτο ὑπ᾿ ἐκείνου αὐτ(ῇ) καταπεμφθῆναι δύναμιν, ὅπως τοὺς κοσμοποιοὺς ἐκφυγεῖν δι᾿ αὐτῆς δυ- νηθῇ·