Ancient Greek · ~1 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 32
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 32.1
Not analysed yet
Βροντὴ γίνεται τρόποις πλείοσι· λίθοι τε γὰρ πλείονες καὶ μείζονες κατὰ κρημνῶν φερόμενοι διὰ σανίδων ἐπικαταπίπτυσι χαλκοῖς ἐλάσμασι καὶ βροντῇ παραπλήσιον τελοῦσι ψόφον. καὶ σανίδα δὲ λεπτήν, ᾗπερ οἱ γναφεῖς τὴν ἐσθῆτα πιέζουσι, σχοινίῳ λεπτῷ περιειλήσαντες, εἶτα ῥοίζῳ τὴν σχοῖνον ἐπισπώμενοι ῥομβοῦσι τὴν σανίδα, ἡ δὲ δονουμένη ἦχον βροντῆς ἀπεργάζεται.