Ancient Greek · ~3 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 31
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 31
Not analysed yet
Αἰγῶν δὲ κἂν ἐπιπλάσῃ τις κηρωτῇ τῇ τὰς ἀκοάς, φασὶ θνῄσκειν μετ’ ὀλίγον ἀναπνεῖν κωλυομένας· ὁδὸν γὰρ αὐταῖς ταύτην εἶναι λέγουσι τοῦ δι᾿ ἀναπνοῆς ἑλκομένου πνεύματος. κριὸν δὲ θνῄσκειν φασίν, εἰ κατ᾿ ἄντικρύς τις ἀνακλάσειεν ἥλιον. οἶκον δὲ ποιοῦσι καίεσθαι τῶν θαλαττίων τινὸς ἰχῶρι χριόμενον τοῦ καλουμένυ δακτύλου. καὶ τὸ διὰ τῆς ἅλμης δὲ πάνυ χρήσιμον. ἔστι δὲ ἀφρὸς θαλάσσης ἐν ὀστρακίνῳ στάμνῳ μετὰ γλυκέος ἡψημένος, ᾧ ζέσαντι λύχνον ἐὰν προσάγῃς καιόμενον, ἁρπάσαν τὸ πῦρ ἐξάπτεται, καὶ καταχυθὲν τῆς κεφαλῆς οὐ καίει τὸ σύνολον. εἰ δὲ καὶ μάννην ἐπιπάσσεις ζέοντι, πολλῷ μᾶλλον ἐξάπτεται. βέλτιον δὲ δρᾷ, εἰ καὶ Μου τι προσλάβοι.