Ancient Greek · ~1 min
ΒΙΒΛΟΝ Ζ, Chapter 32
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 32.2-3
Not analysed yet
ἣν καὶ διὰ πάντων χωρήσασαν έν πᾶσί τε ἐλευθερωθεῖσαν #x003E; εληλυθέναι αὐτόν, καὶ ὁμοίως καὶ τὴν δὲ τοῦ Ἰησοῦ λέγουσι ψυχὴν ἐννόμως ἠσκημένην ἐν Ἰουδαϊκοῖς ἔθεσι καταφρονῆσαι αὐτῶν καὶ διὰ τοῦτο δυνάμεις εἰληφέναι, δι᾿ ὧν κατήργησε τὰ ἐπὶ κολάσει πάθη προσόντα τοῖς ἀνθρώποις.