Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 32
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 32.3
Not analysed yet
σκότος δὲ ἐν οἴκῳ ποιήσας ἐπεισάγειν φάσκει θεοὺς ἢ δαίμονας, καὶ εἴ πῃ ἄπαιτῇς Ἀσκληπιὸν δεικνύναι, ἐπικαλεῖται οὕτως λέγων· Ζῆνα πάλαι φθίμενον |πάϊν ἄμβροτον Ἀπόλλωνος κικλήσκω λοιβαῖσι μολεῖν ἐπίκουρον ἐμαῖσιν· ὅς ποτε καὶ νεκύων ἀμενηνῶν μυρία φῦλα Ταρτάρου εὐρώεντος ἐικλαύστοισι μελάθροις δύσνοστον πλώοντα ῥόον κέλαδόν τε ἀδιαύλου <Κωκυτοῦ> πάντεσσιν ἴσον τέλος ἀνδράσι λίμνῃ πὰρ γοόωντα καὶ ἄλλιτα κωκύοντα αὐτὸς ἀμειδήτοιο ἐρύσαο Φερσεφονείης· εἴτ᾿ ἐφέπεις Τρίκης ἱερῆς ἕδος, εἴτ᾿ ἐρατεινὴν Πέργαμον, εἴτ᾿ ἐπὶ τοῖσιν Ἰαονίαν Ἐπίδαυρον, δεῦρο, μάκαρ, καλέει σε μάγων <πρόμος> ὡδε