Ancient Greek · ~1 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 33
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 33.1
Not analysed yet
Ἐπὰν δὲ χλευάζων λήξῃ, φαίνεται κατὰ τοῦ ἐδάφους πυρώδης Ἀσκληπιός. εἶτα θεὶς ἐν μέσῳ λεκάνην πλήρη ὕδατος πάντας καλεῖ τοὺς θεοὺς καὶ παραγίνονται. ἐγκύψας γὰρ ὁ παρὼν ἐν τῇ λεκάνῃ ὄψεται πάντας καὶ τὴν Ἄρτεμιν ἅμα σκύλακας ὑλακτοῦντας ἄγουσαν. οὐκ ὀκνήσομεν δὲ καὶ τούτων τὴν ἱστορίαν ὡς ἐπιχειροῦσι διηγήσασθαι.