Ancient Greek · ~5 min
32.3 to 32.6
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 32.3-2-6
Not analysed yet
καὶ ἐλυπήθη καὶ ἐν ἀπορίᾳ ἐγένετο πολλῇ λογιζομένη, τίς ἦν ὁ μορφώσας, τί τὸ ἅγιον Πνεῦμα, ποῦ ἀπῆλθε, τίς ὁ κωλύσας αὐτοὺς συμπαρεῖναι, τίς ἐφθόνησε τοῦ καλοῦ καὶ μακαρίου θεάματος ἐκείνου. ἐπὶ τούτοις καθεστῶσα τοῖς πάθεσι τρέκπεται ἐπὶ δέησιν καὶ ἱκετείαν τοῦ ἀπολιπόντος αὐτήν. δεομένης οὖν αὐτῆς κατηλέησεν ὁ Χριστὸς ὁ ἐντὸς πληρώματος ὤν καὶ οἱ ἄλλοι πάντες αἰῶνες, καὶ ἐκπέμπουσιν ἔξω τοῦ πληρώματος τὸν κοινὸν τοῦ πληρώματος Καρπόν, σύζυγον τῆς ἔξω Σοφίας καὶ διορθωτὴν παθῶν, ών ἔπαθεν ἐπιξητοῦσα τὸν χριστόν. γενόμενος ούν ἔξω τοῦ πληρώματος <ὁ κοινὸς τοῦ πληρώματος> εὑρὼν αὐτὴν ἐν πάθεσι τοῖς πρώτοις τέτρααι, καὶ φόβῳ καὶ λύπῃ καὶ ἀπορίᾳ καὶ καὶ διωρθώατο τὰ πάθη αὐτῆς, διορθούμενος δὲ ἐώρα, ὅτι ἀπολέσθαι αὐτὰ αἰώνια ὄντα καὶ τῆς Σοφίας ού οὐ καλόν, οὔτε ἐν πάθεσιν εἶναι τὴν Σοφίαν τοιούτοις, ἐν φόβῳ καὶ λύπῃ, ἱκετείᾳ. ἀπορίᾳ. έποίησεν οὖν, ὡς τηλικοῦτος αἰὼν καὶ παντὸς τοῦ πληρώματος ἔκγονος, έκστῆναι τὰ πάθη ἄπ᾿ αὐτῆς, καὶ ἐποίησεν αὐτὰ ὑποστατὰς οὐσίας, καὶ τὸν μὲν φόβον ψυχικὴν ἐποίησεν οὐσίαν, τὴν δὲ λύπην ὑλικήν, τὴν δὲ ἀπορίαν δαιμόνων, τὴν δὲ ἐπιστροφὴν καὶ δέησιν καὶ ἱκετείαν <ἄν> καὶ μετάνοιαν καὶ δύναμιν ψθχολῆς ἥτις καλεῖται δεξιά.