Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 32
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 32.7
Not analysed yet
ὁ δημιοργὸς ἀπὸ τοῦ φόβου· τοῦτ’ ἔστιν ὅ λέγει, φησίν, ἡ γραφή· »ἀρχὴ Σοφίας φόβος κυρίου«. αὕτη γὰρ ἀρχὴ τῶν τῆς Σοφίας παθῶν· ἐφοβήθη γάρ, εἶτα ἐλυπήθη, εἶτα ἠπόρησε, καὶ οὕτως ἐπὶ δέηαιν καὶ ἱκετείαν κατέφυγεν. ἔστι δὲ πυρώδης, φησίν, ἡ ψυχικὴ ούσία, καλεῖται δὲ καὶ τόπος <μεσότητος> ὐπ᾿ αὐτῶν ἑβδομὰς καὶ παλαιὸς τῶν ἡμερῶν· καὶ ὅσα τοιαῦτα λέγουσι περὶ τούτου, ταῦτα εἶναι τοῦ φυχικοῦ, ὅν φησιν εἶναι τοῦ κόσμου δημιουργόν.