Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 33
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 33.12
Not analysed yet
οἷς οὐχ ἑνὸς καιροῦ λόγος ἐγένετο, ἀλλὰ διὰ πασῶν γενεῶν αἱ τῶν προλεγομένων φωναὶ εὐαπόδεικτοι παρίσταντο· οὐκ ἐκεῖ μόνον, ἡνίκα τοῖς παροῦσιν ἀπεκρίναντο, ἀλλὰ καὶ διὰ πασῶν γενεῶν τὰ ἐσόμενα προεφήναντο· ὅτι τὰ μέν παρῳχημένα λέγοντες ὑπεμίμνῃσκον τὴν ἀνθρωπότητα, τὰ δὲ ἐνεστῶτα δεικνύντες μὴ ῥᾳθυμεῖν ἔπειθον, τὰ δὲ μέλλοντα προλέγοντες τὸν κατὰ ἕνα ἡμῶν ὁρῶντας πρὸ πολλοῦ προειρημένα ἐμφόβους καθίστων, προσδοκῶντας καὶ τὰ μέλλοντα.