Ancient Greek
33.13 to 33.14
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 33.13-14
Not analysed yet
τοιαύτη ἡ καθ᾿ ἡμᾶς πίστις, ὠ πάντες ἄνθρωποι, οὐ κενοῖς ῥήμασι πειθομένων οὐδὲ σχεδιάσμασι καρδίας συναρπαζομένων οὐδὲ οὐδὲ πιθανότητι εὐεπείας λόγων θελγομένων, ἀλλὰ δυνάμει θείᾳ λόγοις λελαλημένοις οὐκ ἀπειθούντων. καὶ ταῦτα θεὸς ἐκέλευε λόγῳ, ὁ δὲ λόγος ἐφθέγγετο λέγων, δι αὐτῶν ἐπιστρέφων τὸν ἄνθρωπον ἐκ παρακοῆς, οὐ βίᾳ ἀνάγκης δουλαγωγῶν, ἀλλ᾿ ἐπ᾿ ἐλευθερίαν ἑκουσίῳ προαιρέσει καλῶν. τοῦτον τὸν λόγον ἐν ὑστέροις ἀπέστελλεν ὁ πατήρ, οὐκέτι διὰ προφήτου λαλεῖν, οὐ σκοτεινῶς κηρυσσόμενον ὑπονοεῖσθαι θέλων, ἀλλ᾿ αὐτοψεὶ φανερωθῆναι τοῦτον λέγων, ἴνα κόσμος ὁρῶν δυσωπηθῇ οὐκ ἐντελλόμενον διὰ προσώπου προφητῶν οὐδὲ δι᾿ ἀγγέλου φοβοῦντα ψυχήν, ἀλλ᾿ αὐτὸν παρόντα τὸν λελαληκότα.