Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 33
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 33.3
Not analysed yet
τοῦ δὲ τὴν πυραμίδα καίεσθαι δᾳδίου δίκην, οὖσαν λίθον, αὕτη αἰτία· γῆ μέν ἐστι Κρητικὴ τὸ μὲν σχῆμα πεπλασμένη πυραμίς, τὸ δὲ χρῶμα ὡς λίθος γαλακτικός, κατασκευάζεται δὲ τοῦτον τὸν τρόπον· βρέξας ἐλαίῳ πλείονι τὴν βῶλον, θεὶς ἐπ’ ἀνθράκων, ὀπτήσας καὶ πάλιν βρέξας καὶ καύσας δεύτερον καὶ τρίτον καὶ πολλάκις καίεσθαι δύνασθαι παρασκευάζει, κἂν ὕδατι βραχῇ· ἔχει γὰρ ἐν ἑαυτῷ πολὺ τὸ ἔλαιον· ἀνάπτεται δὲ δι᾿ αὐτοῦ τοῦ μάγου σπένδοντος ἡ πυρὰ τίτανον ὑποκαιομένην ἔχουσα ἀντὶ σποδιᾶς καὶ λιβανωτὸν λεπτὸν καὶ πολύν.