Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 33
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 33.2
Not analysed yet
τῷ γὰρ λέβητι τῆς πίσσης ὡς ἐμβράσσοντι καθίησι τὰς χεῖρας· ὄζος <δὲ> καὶ νίτρον ἐμβαλὼν καὶ πίσσαν ὑγρὰν ὑποκαίει τὸν τὸ δὲ ὄζος ἅμα τῷ νίτρῳ μιγὲν ἀντιλαμβανόμενον θέρμης μικρᾶς κινεῖ τὴν πίσσαν ὡς μέχρι τῆς ἐπιφανείας κινεῖν πομφόλυγας καὶ φαντασίαν μόνην παρέχειν ζέοντος· φθάνει δὲ καὶ τὰς χεῖρας πολλάκις ἅλμῃ νιψάμενος, δι᾿ ὃ οὐ πάνυ τι καίει, κἂν ἀληθῶς ζέῃ· εἰ δὲ μυρσίνῃ καὶ νίτρῳ καὶ σμύρνῃ μετ’ ὄξους μίξας ἐπιχρίσας ἀπονίψει τὰς χεῖρας ἅλμῃ πλειστάκις, οὐ καίεται· τοὺς δὲ πόδας οὐ καίεται ἰχθυοκόλλᾳ καὶ σαλαμάνδρᾳ χρισάμενος.