Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 33
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 33.7
Not analysed yet
ὅτε δὲ [ἢ] ὡς ἠθέλησε καὶ ἐποίησεν, ὀνόματι καλέσας ἐσήμηνεν. ἐπὶ τούτοις τὸν πάντων ἄρχοντα δημιουργῶν ἐκ πασῶν συνθέτων οὐσιῶν ἐσκεύασεν· οὐ θεὸν θέλων ποιεῖν ἔσφηλε, οὐδὲ ἄγγελον —μὴ πλανῶ —,ἀλλ’ ἄνθρωπον. εἰ γὰρ θεόν σε ἠθέλησε ποιῆσαι, ἐδύνατο· ἔχεις τοῦ λόγου τὸ παράδειγμα· ἄνθρωπον θέλων, ἄνθρωπόν σε ἐποίησεν· εἰ δὲ θέλεις καὶ θεὸς γενέθαι, ὑπάκουε τῷ πεποιηκότι καὶ μὴ ἀντίβαινε νῦν, ἴνα ἐπὶ τῷ μικρῷ πιστὸς εὑρεθεὶς καὶ τὸ μέγα πιστευθῆναι δυνηθῇς. τούτου ὁ λόγος μόνος ἐξ αὐτοῦ.