Ancient Greek
33.1 to 33.6
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 33.1-4-6
Not analysed yet
Οὗτος οὖν μόνος καὶ κατὰ πάντων θεὸς λόγον πρῶτον ἐννοηθεὶς ἀπογεννᾷ, οὐ λόγον ὡς φωνήν, ἀλλ᾿ ἐνδιάθετον τοῦ παντὸς λογισμόν. τοῦτον μόνον ἐξ οντων ἐγέννα· το γὰρ ον αυτος ὁ πατὴρ ἠν, ἐξ οὑ τὸ γεννηθέν. καὶ αἴτιον τοῖς γινομένοις λόγος ἦν ἐν αὑτῷ φέρων τὸ θέλειν τοῦ γεγεννηκότος, οὐκ ἄπειρος τῆς τοῦ πατρὸς ἐννοίας· ἅμα γὰρ τῷ ἐκ τοῦ γεννήσαντος προελθεῖν, πρωτότοκος τούτου γενόμενος, φωνὴν εἶχεν ἐν ἑαυτῷ τὰς ἐν τῷ πατρὶ προεννοηθείσας ἰδέας, ὅθεν κελεύοντος πατρὸς γίνεσθαι κόσμον τὸ κατὰ ἓν λόγος ἀπετέλει τὸ ἀρέσκον θεῷ. καὶ τὰ μὲν ἐπὶ γενέσει πληθύνοντα ἄρσενα καὶ θήλεα εἰργάζετο· ὅσα δὲ πρὸς ὑπηρεσίαν λειτουργίαν, ἢ ἄρσενα [ἢ] θηλειῶν μὴ προσδεόμενα ἢ οὔτε ἄρσενα οὔτε θήλεα. καὶ γὰρ αἱ τούτων πρῶται οὐσίαι ἐξ οὐκ ὄντων γενόμεναι, πῦρ καὶ πνεῦμα, ὕδωρ καὶ γῆ, οὔτε ἄρσενα οὔτε θήλεα ὑπάρχει, <οὐδ᾿ ἐξ> ἑκάστης τούτων δύναται προελθεῖν ἄρσενα καὶ θήλεα, πλὴν εἰ βούλοιτο ὁ κελεύων θεός, ἴνα λόγος ὑπουργῇ. ἐκ πυρὸς εἶναι ἀγγέλους ὁμολογῶ, καὶ οὐ τούτοις παρεῖναι θηλείας λέγω. ἥλιον δὲ καὶ σελήνην καὶ ἀστέρας ὁμοίως ἐκ πυρὸς καὶ πνεύματος καὶ οὔτε ἄρσενας οὔτε θηλείας νενόμικα. ἐξ ὕδατος δὲ ζῷα νηκτὰ εἶναι θέλω καὶ πτηνά, ἄρσενα καὶ θήλεα —οὕτω γὰρ ἐκέλευσεν ὁ θελήσας θεὸς γόνιμον εἶναι τὴν ὑγρὰν οὐσίαν· ὁμοίως ἐκ γῆς ἑρπετὰ καὶ θηρία καὶ παντοδαπῶν ζῴων ἄρσενα καὶ θήλεα· οὕτως γὰρ ἐνεδέχετο ἡ τῶν γεγονότων φύσις. ὅσα γὰρ ἠθέλησεν, ἐποίει ὁ θεός. ταῦτα λόγω ἐδημιούργει, ἑτέρως γενέσθαι μὴ δυνάμενα ἢ ὡς ἐγένετο.