Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 34
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 34.3
Not analysed yet
καὶ τό) διὰ τοῦ Τυρρηνικοῦ δὲ κηροῦ καὶ ῥητίνης φρυκτῆς καὶ πίσσης καὶ ἀσφάλτου <καὶ> μαστίχης καὶ λείας μαρμάρου, ἴσων ἑψομένων, τῶν μὲν ἄλλων ὡν ἔφην ἐστὶ μὲν βέλτιον, τὸ δὲ διὰ τῆς γύψου οὐκ ἔλαττον. οὕτως μὲν οὖν καὶ τὰς σφραγῖδας λύειν ἐπιχει- ροῦσι τὰ ἔνδον γεγραμμένα μανθάνειν πειρώμενοι. ταύτας δὲ ὤκνουν τὰς μηχανὰς κατατάξαι ἐν τῇ βίβλῳ, ἐνορῶν μήποτέ τις κακοῦργος ἀφορμὰς λαβὼν ἐπχειρήσει·