Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 34
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 34.4
Not analysed yet
νῦν δὲ ἡ πολλῶν δυναμένων σωθῆναι νέων φροντὶς ἔπεισε διδάξαι καὶ προειπεῖν φυλακῆς ἕνεκεν ὡς γὰρ χρήσεταί τις αὐταῖς πρὸς κακοῦ μάθησιν, οὕτω τις ἕτερος μαθὼν φυλάξεται. καὶ αὐτοὶ δὲ οἱ τοῦ βίου λυμεῶνες μάγοι αἰσχ· υνθήσονται τῇ τέχνῃ χρώμενοι. μαθόντες δὲ ἀφ᾿ ἡμῶν ταῦτα προ(μηνυθέντα) ἐμποδισθήσονται τυχὸν τῆς ἀπονοίας. ἵνα δὲ μὴ λύηται ταύτῃ ἡ σφραγίς, στέαρ ὕειον καὶ τρίχας τῷ κηρῷ τις μίξας σφραγιζέτω.