Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 36
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 36
Not analysed yet
Ταῦτ᾿ εἰπόντος αὐτοῦ πῦρ δι’ ἀέρος βλέπεται φερόμενον, οἱ δὲ φρίξαντες τὸ παράδοξον τῆς θέας καλύψαντες τοὺς ὀφθαλμοὺς ἐπὶ γῆς ῥιπτοῦνται ἄναυδοι. τὸ δὲ τῆς τέχνης μέγεθος τοῦτον ἔχει τὸν τρόπον· ὁ συμπαίκτης, ὃν ἔφην κεκρυμμένον, ἡνίκα ἀκούσῃ παυσαμένης τῆς ἐπαοιδῆς, ἔχων ἰκτῖν’ ἢ γῦπα περιειλημμένον στυπείῳ ἀνάψας ἀπολύει. ὁ δὲ ὑπὸ τῆς φλογὸς ταρασσόμενος εἰς ὕψος ἐπαίρεται καὶ ὀξυτέραν τὴν πτῆσιν ποιεῖται· ὃ ἰδόντες οἱ μάταιοι ὥς τι θεῖον ἑωρακότες κρύπτονται. τὸ δὲ πτηνὸν περιδινούμενον ὑπὸ τοῦ πυρὸς οὑ ἂν φθάσῃ καταφέρεται· καὶ ποτὲ μὲν οἰκίας καταφλέγει, ποτὲ δὲ καὶ αὐλάς. τοιαύτη ἡ μάγων πρόγνωσις.