Ancient Greek · ~2 min
ΒΙΒΛΟΝ Ζ, Chapter 37
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 37
Not analysed yet
Κέρδων δέ τις καὶ αὐτὸς ἀφορμὰς ὁμοίως παρὰ τούτων λαβών καὶ Σίμωνος, λέγει τὸν ὑπὸ Μωσέως καὶ προφητῶν θεὸν κεκηρυγμένον μὴ εἶναι πατέρα Ἰησοῦ Χριστοῦ. τοῦτον μὲν γὰρ ἐγνῶσθαι τὸν δὲ τοῦ Χριστοῦ πατέρα εἶναι ἄγνωστον, καὶ τὸν μὲν εἶναι δίκαιον, τὸν δὲ ἀγαθόν. τούτου δὲ τὸ δόγμα ἐκράτυνε Μαρκίων, τάς τε ἀντιπαραθέσεις ἐπιχειρήσας καὶ ὄσα αὐτῷ ἔδοξεν εἰς τὸν τῶν ἁπάντων δημιουργὸν δυσφημήσας. ὁμοίως δὲ καὶ Λουκιανὸς ὁ τούτου μαθητής.