Ancient Greek · ~3 min
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ. >, Chapter 4
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 4
Not analysed yet
Ἡράκλειτος δὲ φυσικὸς φιλόσοφος, ὁ Ἐφέσιος, τὰ πάντα ἔκλαιεν ἄγνοιαν τοῦ παντὸς βίου καταγινώσκων καὶ πάντων ἀνθρώπωνμ ἐλεῶν δὲ τὸν τῶν θνητῶν βίον. αὑτὸν μὲν γὰρ ἔφασκεν τὰ πάντα εἰδέναι, τοὺς δὲ ἄλλους ἀνθρώπους οὐδέν. καὶ αὐτὸς δὲ σχεδὸν σύμφωνα τῷ Ἐμπεδοκλεῖ ἐφθέγξατο, στάσιν καὶ φιλίαν φήσας τῶν ἁπάντων ἀρχὴν εἶναι καὶ πῦρ νοερὸν τὸν θεὸν συμφέρεσθαί τε τὰ πάντα ἀλλή- λοις καὶ οὐχ ἑστάναι, καὶ ὥσπερ ὁ Ἐμπεδοκλῆς πάντα τὸν καθ' ἡμᾶς τόπον ἔφη κακῶν μεστὸν εἶναι καὶ μέχρι μὲν σελήνης τὰ κακὰ φθάνειν ἐκ τοῦ περὶ γῆν τόπου ταιἐμτα, περαιτέρω δὲ μὴ χωρεῖν, ἄτε καθαρωτέρου τοῦ ὑπὲρ τὴν σελήνην παντὸς ὄντος τόπου, οὕτω καὶ τῷ Ἡρακλείτῳ ἔδοξεν.