Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 43
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 43.1
Not analysed yet
Πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην φιλοσόφοις καὶ θεολόγοις ζητήσασιν οὐ συνεφώνησε περὶ τοῦ θεοῦ, τί ἐστιν ἢ ποδαπός. οἱ μὲν γὰρ αὐτὸν λέγουσιν εἶναι πῦρ, οἱ δὲ πνεῦμα, οἱ δὲ ὕδωρ, ἕτεροι δὲ γῆν. ἕκαστον δὲ τῶν στοιχείων ἔλαττόν τι ἔχει καὶ ἕτερον ὑπὸ τοῦ ἑτέρου ἡττᾶται.