Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 43
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 43.2
Not analysed yet
τοῦτο δὲ συνέβη τοῖς τοῦ κόσμου σοφοῖς, ὅπερ ἐστὶ τοῖς νοῦν ἔχουσι πρόδηλον, ὅτι ἰδόντες τῆς κτίσεως τὰ μεγέθη ἐπὶ τῇ τῶν ὄντων οὐσίᾳ ἐταράχθησαν, μείζονα ταῦτα νομίσαντες τοῦ ὑφ’ ἑτέρου γένεσιν ἐπιδέξασθαι δύνασθαι, καὶ οὐδὲ ὁμοῦ τὸ σύμπαν αὐτὸ εἶναι τὸν θεὸν ἀπεφήναντο, αἴτιον <δὲ> πρὸς θεολογίαν ἓν βλεπομένων νομίσας †ὁπερ ἔκρινε, καὶ οὕτως ἐπὶ τοῖς ὑπὸ θεοῦ γενομένοις καὶ κατὰ τὴν ἐκείνου ὑπερβάλλουσαν μεγαλειότητα ἐλαχίστοις ὑπάρχουσιν ἐνιδόντες, μὴ δυνηθέντες δὲ εἰς τὸ μέγεθος τοῦ ὄντως θεοῦ ἐκτεῖναι τὸν νοῦν, ταῦτα ἐθεολόγησαν.