Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 43
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 43.8
Not analysed yet
συγγενὴς δὲ ὁ ἀριθμός ἐστι τοῦ δ καὶ η. ταῦτα δὲ ἐκ τῆς μονάδος ἀριθμὸν λαβόντα †πρόνοιαν ἀρετῆς ἐχώρησε μέχρι τῶν ݲ στοιχείων, λέγω δὴ τοῦ πνεύματος καὶ πυρὸς ὕδατός τε καὶ γῆς· καὶ ἐκ τούτων ποιήσας τὸν κόσμον ἀρρενόθηλυν αὐτὸν κατεσκεύασε, καὶ δύο μὲν στοιχεῖα εἰς τὸ ἄνω ἡμισφαίριον προσέταξε, τό τε πνεῦμα καὶ τὸ πῦρ, καὶ καλεῖται τοῦτο <τὸ> ἡμισφαίριον τῆς μονάδος τε καὶ ἀνωφερὲς καὶ ἀρσενικόν·