Ancient Greek · ~5 min
43.3 to 43.7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 43.3-7
Not analysed yet
οἱ δὲ ἐνδοτέρω τῆς ἀληθείας νομίσαντες γεγονέναι Πέρσαι ἔφασαν τὸν θεὸν εἶναι φωτεινόν, φῶς ἐν ἀέρι συνεχόμενον. οἱ δὲ Βαβυλώνιοι ἔφασαν τὸν θεὸν σκοτεινὸν εἶναι, ὅπερ καὶ αὐτὸ τοῦ ἑτέρου ἐπακολούθημα φαίνεται· νυκτὶ γὰρ ἐπακολουθεῖ ἠμέρα, τῇ δὲ ἡμέρᾳ νύξ. Αἰγύπτιοι δὲ πάντων ἀρχαιότεροι εἶναι νομίζοντες τὴν τοῦ θεοῦ δύναμιν ψηφίσαντες σαντες τά τε διαστήματα τῶν μοιρῶν ἐξ ἐπιπνοίας θειοτάτης ἔφασαν τὸν θεὸν εἶναι μονάδα ἀδιαίρετον καὶ αὐτὴν ἑαυτὴν γεννῶσαν, καὶ ἐξ αὐτῆς τὰ πάντα κατεσκευάσθαι· αὕτη γάρ, φησίν, ἀγέννητος οὖσα τοὺς ἐξῆς ἀριθμοὺς γεννᾷ· οἷον ἐφ’ ἐαυτὴν ἡ μονὰς ἐπιπροστεθεῖσα γεννᾷ τὴν δυάδα καὶ ὁμοίως ἐπιπροστιθεμένη γεννᾷ τὴν τριάδα καὶ τετράδα μέχρι τῆς δεκάδος, ἥτις ἀρχὴ καὶ τὸ τέλος τῶν ἀριθμῶν, ἵνα γένηται πρώτη καὶ δεκάτη ἡ μονὰς διὰ τὸ καὶ τὴν δεκάδα ἰσοδυναμεῖν καὶ ἀριθμεῖσθαι εἰς μονάδα· καὶ αὕτη δεκαπλασιασθεῖσα γίνεται ἐκατοντὰς καὶ πάλιν γίνεται μονάς· καὶ ἡ ἑκατοντὰς δεκαπλασιασθεῖσα ποιήσει χιλιάδα, καὶ αὕτη ἔσται μονάς· οὕτως κἂν τὰ χίλια δεκαπλασιασθέντα ἀπαρτίσωσι τὴν μυριάδα, ὁμοίως ἔσται μονάς. τῆς δὲ μονάδος κατὰ τὴν ἀδιαίρετον σύγκρισιν συγγενεῖς ἀριθμοὶ παραλαμβάνονται γ ε ς θ. ς θ. ἔστι δὲ πρὸς τὴν μονάδα φυσικωτέρα κατὰ τὴν τῆς ἑξακύκλου ἕλικος πραγματείαν, τῆς δυάδος κατὰ τὴν ἄρτιον θέσιν τῶν ἀριθμῶν καὶ διαίρεσιν.