Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 45
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 45
Not analysed yet
Ἱκανῶς οὐν δοκεῖ ἡμᾶς καὶ ταῦτα ἐκτεθεῖσθαι. ἀμέλει νομίζω μηδεμίαν δόξαν τῆς ἐπιγείου καὶ χαμαιπετοῦς σοφίας παράλελοοπέναι, οὐκ ἄχρηστον δὲ τὴν εἰς αὐτὰ φροντίδα ὁρῶ ἡμῖν δοξάζοντας, οἳ ἐντυχόντες τῇ γενενημένῃ ἡμῶν πολυμεριμνίᾳ καὶ τὸ σπουδαῖον θαυμάσουσι καὶ τὸ φιλόπονον οὐκ ἐξουθενήσουσι καὶ μωροὺς οὐκ ἀποφανοῦνται Χριστιανοὺς ἐνιδόντες οἷς αὐτοὶ μωρῶς πιστεύουσιν. ἔτι δὲ καὶ τοὺς τῇ ἀληθείᾳ προσέχοντας φιλομαθεῖς προβιβάσει ὁ λόγος φρονιμωτέρους πρὸς τὸ μὴ μόνον τὰς τῶν αἱρέσεων μαθόντας ἀρχὰς εὐκόλως ἀνατρέπειν τοὺς πλανᾶν τετολμηκότας, ἀλλὰ καὶ τὰς τῶν σοφῶν λεγομένας δόξας, ὧν οὐκ ἄπειροι γενόμενοι οὔθ᾿ ὑπ’ αὐτῶν ταραχθήσονται ὡς ἀμαθεῖς οὔθ᾿ ὑπό τινων πλανηθήσονται ὡς δυνάμει τινὶ δρώντων, ἀλλ’ ἔτι καὶ τοὺς πλανωμένους ἐπιτηρήσουσιν.