Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 47
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 47.4
Not analysed yet
κατὰ γὰρ τὴν δύσιν καὶ ἀνατολὴν τῶν δύο ἡμισφαιρίων κεῖται τὸ κεφάλαιον τοῦ Δράκοντος, ἴνα, φησί, μηδὲν αὐτὸν λάθῃ κατὰ τὸ αὐτὸ μήτε τῶν ἐν τῇ δύσει μήτε τῶν ἐν τῇ ἀνατολῇ, ἀλλὰ πάντα γινώσκῃ τὸ θηρίον ὁμοῦ. ἔστι δὲ κατ’ αὐτῆς τῆς κεφαλῆς τοῦ Δράκοντος ἰδέα ἀνθρώπου διὰ ἄστρων θεωρουμένη, ὃ καλεῖ κεκμηκὸς εἴδωλον« ὁ Ἄρατος καὶ »μογέοντι ἐοικός‘· καλεῖται δὲ ὁ Ἐν γόνασιν.