Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 47
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 47.5
Not analysed yet
ὁ μὲν οὖν Ἄρατος οὐκ εἰδέναι φησίν, οὗτος τίς ἐστιν ὁ πόνος καὶ τὸ θαῦμα τοῦτο στρεφόμενον ἐν οὐρανῷ· οἱ δὲ διὰ τῆς τῶν ἄστρων ἱστορίας αἱρετικοὶ θέλοντες τὰ ἑαυτῶν δόγματα συνιστᾶν, περιεργότερον τούτοις ἐπισχόντες, τὸν Ἐν γόνασί φασιν εἶναι τὸν Ἀδάμ, κατὰ πρόσταγμα, φησίν, τοῦ θεοῦ, καθὼς εἶπε Μωσῆς. φυλάσσοντα τὴν κεφαλὴν τοῦ Δράκοντος καὶ τὸν Δράκοντα τὴν πτέρναν αὐτοῦ. οὕτως γάρ φησιν ὁ Ἄρατος· δεξιτεροῦ ποδὸς ἴχνος ἔχων σκολιοῖο Δράκοντος.