Ancient Greek · ~5 min
48.11 to 48.14
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 48.11-14
Not analysed yet
ἐντεῦθεν, φασίν, ὁ Ἄρατος περὶ τὴς τοῦ Κυνὸς ἀνατολῆς λέγων εἴρηκεν οὕτως· Κυνὸς δὲ ἀνατείλαντος οὐκέτι φυταλιαὶ ἐψεύσαντο. τοῦτο ἔστιν ὃ λέγει· τὰ φυτευόμενα φυτὰ εἰς τὴν γῆν μέχρι τῆς τοῦ Κυνὸς ἀνατολῆς πολλάκις μὴ ῥιζοβολήσαντα ὅμως τέθληε φύλλοις, καὶ ἐνδείκνυται τοῖς βλέπουσιν ὅτι ἔσται τελεσφόρα καὶ φαίνεται ζῶντα, οὐκ ἔχοντα ζωὴν ἀπὸ τῆς ῥίζης ἐν αὐτοῖς· ἐπειδὰν δ᾿ ἡ τοῦ Κυνὸς ἀνατολὴ γένηται, ὑπὸ τοῦ Κυνὸς τὰ ζῶντα ἀπὸ τῶν νεκρῶν διακρίνεται· μαραίνεται γὰρ ὄντως ὅσα οὐκ ἐρριζοβόλησεν. οὑτος οὐν, φησίν, ὁ Κύων, λόγος τις ὢν θεῖος, ζώντων καὶ νεκρῶν κριτὴς καθέστηκε, <καὶ> καθάπερ τῶν φυτῶν ὁ Κύων τὸ ἐπὶ τῆς κτίσεως θεωρεῖται, οὕτως ἐπὶ τῶν οὐρανίων φυτῶν, φησί, τῶν ἀνθρώπων, ὁ λόγος. διὰ τὴν τοιαύτην οὖν αἰτίαν ἡ δευτέρα κτίσις, Κυνόσουρα, λογικῆς κτίσεως εἰκὼν ἕστηκεν ἐν οὐρανῷ μέσος δὲ ὁ Δράκων τῶν δύο κτίσεων ὑποτείνεται, τὰ ἀπὸ τῆς μεγάλης κτίσεως κωλύων ἐπὶ τὴν μικρὰν κτίσιν μετελθεῖν, τά τε ἐν τῇ κτίσει καθεστηκότα, καθάπερ τὸν Ἐν γόνασι, παραφυλάσσων, τηρῶν πῶς καὶ τίνα τρόπον ἕκαστον ἐν τῇ μικρᾷ κτίσει καθέστηκε. τηρεῖται δὲ καὶ αὐτὸς κατὰ τὴν κεφαλήν, φησίν, ὑπὸ τοῦ Ὀφιούχου. αὕτη, φησίν, εἰκὼν ἕστηκεν ἐν οὐρανῷ, σοφία τις οὐσα τοῖς ἰδεῖν δυναμένοις. εἰ δέ ἐστιν ἀσαφὲςε κατὰ τοῦτο, δι’ ἄλλης εἰκόνος, φησίν, ἡ κτίσις διδάσκει φιλοσοφεῖν, περὶ ἡς ὁ Ἄρατος εἴρηκεν οὕτως· οὐδ᾿ ἄρα Κηφῆος μογερὸν γένος Ἰασίδαο.