Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 48
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 48.10
Not analysed yet
Κυνόσουρα δέ, φησίν, αὕτη ἡ Ἄρκτος, ἡ κτίσις ἡ δευτέρα, ἡ μικρά, ἡ στενὴ ὁδός, καὶ οὐχὶ ἡ Ἑλίκη. οὐ γὰρ εἰς τὰ ὀπίσω ἄγει, ἀλλ᾿ εἰς τὰ ἔπροσθεν ἐν εὐθείας τοὺς ἑπομένους ὁδηγεῖ, κυνὸς οὖσα. κύων γὰρ ὁ λόγος, τοῦτο μὲν φρουρῶν καὶ φυλάσσων τὸ ἐπιβουλευόμενον ὑπὸ τῶν λύκων ποίμνιον, τοῦτο δὲ ἀπὸ τῆς κτίσεως τὰ θηρία κυνηγῶν καὶ διαφθείρων, τοῦτο δὲ γεννῶν τὰ πάντα καί, ὃ δή φασι, κύων, τουτέστι γεννῶν.