Ancient Greek · ~3 min
48.7 to 48.8
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 48.7-8
Not analysed yet
αὐταὶ δὲ αἱ Ἄρκτοι, φασίν, ἑβδομάδες εἰσὶ δύο, ἐξ ἐπτὰ ἀστέρων συγκείμεναι, δισσῶν κτίσεων εἰκόνες. πρώτη γάρ, φησίν, κτίσις ἡ κατὰ τὸν Ἀδὰμ ἐν πόνοις, <ὅ ἐστιν> ὁ ἐν γόνασιν ὁρώμενος· δευτέρα δὲ κτίσις ἐστὶν ἡ κατὰ Χριστόν, δι᾿ ἧς ἀναγεννώμεθα, ὅ ἐστιν ὁ Ὀφιοῦχος ἀνταγωνιζόμενος τῷ θηρίῳ καὶ κωλύων ἐπὶ τὸν στέφανον ἐλθεῖν τὸν ἡτοιμασμένον τῷ ἀνθρώπῳ. μεγάλη δέ έστιν Ἄρκτος ἡ Ἑλίκη, φησίν, μεγάλης κτίσεως σύμβολον, πρὸς ἣν πλέουσιν Ἕλληνες, τουτέστι πρὸς ἣν παιδεύονται καὶ διὰ τῶν τοῦ βίου φερόμενοι κυμάτων ἐπακολουθοῦσιν, ἑλίκην τινὰ οὐσαν τὴν τοιαύτην κτίσιν ἢ διδασκαλίαν ἢ σοφίαν, εἰς τὰ ὀπίσω ἄγουσαν τοὺς ἑπομένους τῇ τοιαύτῃ κτίσει· στροφὴ γάρ τις τῆς Ἑλίκης προσηγορία καὶ ἀνακύκλωσις ἐπὶ τὰ αὐτὰ εἶναι δοκεῖ.