Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 48
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 48.9
Not analysed yet
μικρὰ δέ τις ἡ ἑτέρα Ἄρκτος οἱονεί τις εἰκὼν τῆς δευτέρας κτίσεως τῆς κατὰ θεὸν κτισθείσης· ὀλίγοι γάρ, φησίν, εἰσὶν οἱ διὰ τῆς στενῆς ὁδοῦ πορευόμενοι· στενὴν δὲ λέγουσιν εἶναι τὴν Κυνοσουρίδα, πρὸς ἣν ὁ Ἄρατός φησιν ὅτι οἱ Σιδόνιοι ναυτίλλονται. Σιδονίους δὲ ἀπὸ μέρους εἴρηκεν ὁ Ἄρατος Φοίνικας διὰ τὸ εἶναι τὴν Φοινίκων σοφίαν θαυμαστήν, Φοίνικας δὲ εἶναι Ἕλληνες λέγουσι τοὺς ἀπὸ τῆς Ἐρυθρᾶς θαλάσσης μετοικήσαντας εἰς τοῦτον τὸν χῶρον, οὐ καὶ νῦν τοῦτο τοῦτο γὰρ Ἡροδότῳ δοκεῖ.