Ancient Greek
49.1 to 49.2
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 49.1-2
Not analysed yet
Καὶ περὶ τούτων μὲν οὕτως. περὶ δὲ τῆς τῶν εἰκοσιτεσσάρων στοιχείων γενέσεως οὕτως λέγει· τῇ Μονότητι συνυπάρχειν Ἑνότητα, ἐξ ὧν δύο προβολαί, Μονάς τε καὶ τὸ Ἕν, δὶς δύο οὖσαι τέσσαρες ἐγένοντο· δὶς γὰρ δύο τέσσαρες. καὶ πάλιν αἱ δύο καὶ τέσσαρες εἰς τὸ αὐτὸ συντεθεῖσαι τὸν τῶν ἓξ ἐφανέρωσαν ἀριθμόν, οὗτοι δὲ οἱ ἓξ τετραπλασιασθέντες τὰς εἱκοσιτέσσαρας. καὶ ταυ] μὲν τῆς #x003E; τετράδος ὀνόματα, ἅγια ἁγίων νοούμενα καὶ μὴ δυνάμενα λεχθῆναι, γινώσκεσθαι δὲ ὑπὸ μόνου τοῦ Υἱοῦ, ταῦτα ὁ Πατὴρ<οἶ>δε τίνα ἐστί. τὰ #x003E; μετὰ σιωπῆς καὶ μετὰ πίστεως ὀνομαζόμενα παρ αὐτῷ ἐστι ταῦτα· Ἄρρητος καὶ Σιγή, Πατὴρ καὶ Ἀλήθεια.