Ancient Greek · ~4 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 49
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 49.3
Not analysed yet
ταύτης δὲ τῆς τετράδος ὁ σύμπας ἀριθμός ἐστι στοιχείων εἰκοσιτεσσάρων. ὁ γὰρ Ἄρρητος ἔχει στοιχεῖα ἑπτά, ἡ Σειγὴ πέντε καὶ ὁ Πατὴρ πέντε καὶ #x003E; Ἀλήθεια ἑπτά. ὡσαύτως δὲ καὶ ἡ δευτέρα τετράς, Λόγος καὶ Ζωή, Ἄνθρωπος καὶ Ἐκκλησία τὸν αὐτὸν ἀριθμὸν τῶν στοιχείων ἀνέδειξαν. καὶ τὸ τοῦ Σωτῆρος ῥητὸν ὄνομα <τουτέστι τὸν Ἰησοῦν> γραμμάτων ὑπάρχειν ἕξ, τὸ δ᾿ ἄρρητον αὐτοῦ ἐπ᾿ ἀριθμῷ τῶν κατὰ ἓν γραμμάτων τουτέστι τὸν Ἰησοῦν] στοιχείων ἐστὶν εἰκοσιτεσσάρων. υἱὸς δὲ Χρειστὸς δώδεκα, τὸ δὲ ἐν τῷ χριστῷ ἄρρητον γραμμάτων τριάκοντα καὶ αὐτὸ τοῖς ἐν αὐτῷ γράμμασι κατὰ ἓν <τῶν> ἀριθμουμένων, τὸ γὰρ Χρειστός ἐστι στοιχείων ὀκτώ. τὸ μὲν γὰρ χεῖ τριῶν, τὸ δὲ ݲ δύο, καὶ τὸ εἰ δύο, καὶ ῑ τεσσάρων, τὸ ݲ πέντε, καὶ τὸ ݲ τριῶν, τὸ δὲ οὐ δύο, καὶ τὸ †ݲ τριῶν. οὕτως τὸ ἐν τῷ Χριστῷ ἄρρητον φάσκουσι στοιχείων τριάκοντα. καὶ διὰ τοῦτο δέ φασιν αὐτὸν λέγειν· »ἐγὼ τὸ ἄλφα καὶ τὸ «,ἐπιδεικνύντα τὴν περιστερὰν τοῦτον ἔχουσαν τὸν ἀριθμόν, ὅ ἐστιν ὀκτακόσια ἕν.