Ancient Greek · ~6 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 51
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 51
Not analysed yet
Περὶ δὲ τῆς τούτου δημιουργίας οὕτως λέγει· ἀπὸ τῆς τετράδος τῆς δευτέρας δυνάμεις ἀπορρυείσας δεδημιουργηκέναι τὸν ἐπὶ γῆς φανέντα Ἰησοῦν, καὶ τοῦ Λόγου τὸν τόπον ἀναπεπληρωκέναι τὸν ἄγγελον Γαβριήλ, τῆς δὲ Ζωῆς τὸ ἄλγιον πνεῦμα, τοῦ δὲ Ἀνθρώπου τὴν τοῦ ὑψίστου δύναμιν, τῆς δὲ Ἐκκλησίας τὴν παρθένον. οὕτως ὁ κατ’ οἰκονομίαν διὰ τῆς Μαρίας γενεσιουργεῖται παρ’ αὐτῶ ἄνθρωπος. ἐλθόντος δὲ αὐτοῦ εἰς τὸ ὕδωρ, κατελθεῖν εἰς αὐτὸν ὡς περι- στερὰν τὸν ἀναβαίνοντα ἄνω καὶ πληρώσαντα τὸν δωδέκατον ἀριθμόν, ἐν ᾦ ὑπάρχει τὸ σπέρμα τούτων τῶν συγκατασπαρέντων αὐτῷ καὶ συγκαταβάντων καὶ συναναβάντων. ταύτην δὲ τὴν δύναμιν τὴν καταβᾶσαν εἰς αὐτὸν <σπέρμα> φησὶν εἶναι τοῦ πληρώματος, ἔχον ἑαυτῷ καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν τήν τε διὰ τούτων γινωσκομένην ἀνονόμαστον δύναμιν τῆς Σιγῆς καὶ τοὺς ἅπαντας αἰῶνας. καὶ τοῦτο εἶναι τὸ πνεῦμα τὸ ἐν αὐτῷ φωνῆσαν διὰ τοῦ στόματος τοῦ υἱοῦ, τὸ ὁμολογῆσαν ἑαυτὸ Υἱὸν ἀνθρώπου καὶ φανερῶσαν τὸν Πατέρα, κατελθὸν μέντοι γε εἰς τὸν Ἰησοῦν ἡνῶσθαι αὐτῷ. <καὶ> καθεῖλε μὲν τὸν θάνατον, φασίν, ὁ ἐκ <τῆς> οἰκονομίας ἐγνώρισε δὲ τὸν Πατέρα Χριστὸν Ἰησοῦν. εἶναι οὖν τὸν Ἰησοῦν ὄνομα μὲν τοῦ ἐκ τῆς οἰκονομίας ἀνθρώπου λέγει, τεθεῖσθαι δὲ <εἰς> ἐξομοίωσιν καὶ μόρφωσιν τοῦ μέλλοντος εἰς αὐτὸν κατέρχεσθαι Ἀνθρώπου, ὃν χωρήσαντα ἐσχηκέναι αὐτόν, αὐτόν τε εἶναι τὸν Ἀνθρωπον, αὐτὸν τὸν Λόγον, αὐτὸν τὸν Πατέρα κοὶ <τὸν> καὶ τὴν Σιγὴν καὶ τὴν Ἀλήθειαν καὶ Ἐκκλησίαν καὶ Ζωήν.