Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 54
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 54
Not analysed yet
πρὸς δὲ τούτοις θελήσαντα τὸν δημιουργὸν τῆς ἄνω ὀγδοάτος τὸ ἀπέραντον καὶ αἰώνιον καὶ ἀόριστον καὶ ἄχρονον μιμήσασθαι καὶ μὴ δυνηθέντα τὸ μόνιμον αὐτῆς καὶ τὸ ἀίδιον ἐκτυπῶσαι διὰ τὸ καρπὸν αὐτὸν εἶναι ὑστερήματος, εἰς τοῦτο χρόνους καὶ καιροὺς ἀριθμούς τε πολυετεῖς πρὸς τὸ αἰώνιον αὐτῆς τεθεῖσθαι, οἰόμενον έν τῷ πλήθει τῶν χρόνων μιμήσασθαι αὐτῆς τὸ ἀπέραντον. ἐνταῦ- θα δὲ λέγουσιν, ἐκφυγούσης αὐτὸν τῆς Ἀληθείας ἐπηκολουθηκέναι τὸ ψεῦδος, καὶ διὰ τοῦτο πληρωθέντων τῶν χρόνων κατάλυσιν λαβεῖν αὐτοῦ τὸ ἔργον.