Ancient Greek
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ. >, Chapter praef
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 6
Not analysed yet
ταῦτα δὲ ἒτερος οὐκ ἐλέγξει ἢ τὸ ἐν ἐκκλησίᾳ παραδοθὲν ἄγιον πνεῦμα, οὑ τυχόντες πρότεροι οἱ ἀποστολοι μετέδοσαν τοῖς ὀρθῶς πεπιστευκόσιν· ὧν ἡμεῖς διάδοχοι τυγχάνοντες τῆς τε αὐτῆς χάριτος μετέχοντες ἀρχιερατείας τε καὶ διδασκαλίας καὶ φρουροὶ τῆς ἐκκλησίας λελογισμένοι οὐκ ὀφθαλμῷ νυστάζομεν οὑδὲ λόγον ορθὸν σιωπῶμεν, ἀλλ' οὐδὲ πάσῃ Ψυχῇ καὶ σώματι ἐργαζόμενοι κάμνομεν, ἄξια ἀξίως θεῷ τῷ ἐυρεργέτῃ ἀνταποδιδόναι πειρώμενοι καὶ οὐδ' οὒτως κατ' ἀξίαν ἀμειβόμενοι, πλὴν ἐν οἶς πεπιστεύμεθα μὴ ἀτονοῦντες, ἀλλὰ τοῦ ἰδίου καιροῦ τὰ μέτρα ἐπιτελοῦντες καἰ ὄσα παρέχει τὸ ἂγιον πνεῦμα πᾶσιν ἀφθόνως κοινωνοῦντες·