Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 6
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 6-3
Not analysed yet
Ἀλλ᾿ ἐπεὶ καὶ περὶ τῆς τῶν ζῳδίων ἐνεργείας λόγον ποιοῦνται, οἷς φασι προσομοιοῦσθαι τὰ ἀποτικτόμενα, οὐδὲ τοῦτον παραλείψομεν, οἷον τὸν ἐν Λέοντι γεννηθέντα ἀνδρεῖον ἔσεσθαι· ὁ δὲ έν Παρθένῳ τετανόθριξ, λευκόχρως. ἄπαις, αἰδήμων. ταῦτα δὲ καὶ τὰ τούτοις ὅμοια γέλωτός ἐστι μᾶλλον ἄξια καὶ οὐ σπουδῆς. ἔστι γὰρ κατ᾿ αὐτοὺς μηδένα Ἀἰθίοπα ἐν Παρθένῳ γεννᾶσθαι· εἰ δ᾿ οὔ, δώσει τὸν τοιοῦτον λευκόν, τετανότριχα καὶ τὰ ἕτερα. ἀλλὰ δύο κροτάφοις, δύο δ᾿ ὄμμασιν, εἷς δ᾿ ὑπένερθεν ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.