Ancient Greek
6.1 to 6.3
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 6.1-6-3
Not analysed yet
Συμπεριλαβόντες τοίνυν τὰ πάντων τῶν παρ᾿ Ἕλλησι σοφῶν δόγματα ἐν τέσσαρσι βιβλίοις, τὰ δὲ τοῖς αἱρεσιάρχαις ἐν πέντε, νῦν τὸν περὶ ἀληθείας λόγον ἐν αݲ ἐπιδείξομεν, ἀνακεφαλαιούμενοι τὰ πᾶσι δεδοκημένα. οἱ μὲν γὰρ τῶν Ἑλλήνων δογματισταὶ τὴν φιλοσοφίαν τριχῇ διελόντες οὕτως ἐφιλοσόφησαν, οἱ μὲν φυσικήν, οἱ δὲ ἠθικήν, οἱ δὲ διαλεκτικὴν προσαγορεύσαντες. καὶ οἱ μὲν τὴν φυσικὴν οὗτοι γεγένηνται, οὕτως δὲ διηγήσαντο· οἱ μὲν ἐξ ἑνὸς τὰ πάντα, οἱ δὲ ἐκ πλειόνων· καὶ τῶν ἐξ ἑνὸς οἱ μὲν ἐξ ἀποίου, οἱ δὲ ἐκ [τοῦ] ποιοῦ· καὶ τῶν ἐκ ποιοῦ οἱ μὲν ἐκ πυρός, οἱ δὲ ἐξ οἱ δὲ ἐξ ὕδατος, ἄλλοι δὲ ἐκ γῆς· καὶ τῶν ἐκ πλειόνων οἱ μὲν ἐξ ἀριθμητῶν, <οἱ δὲ ἐξ ἀπείρων· καὶ τῶν ἐξ ἀριθμητῶν> οἱ δυ(ο)ῖν, οἱ δὲ ἐκ τεσσάρων, οἱ δὲ ἐκ ε, οἱ δὲ ἐκ ϛ· καὶ τῶν ἐξ ἀπείρων οἱ μὲν ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ ἐξ ἀνομοίων· καὶ πρὸς τούτοις οἱ μὲν ἐξ(ἀπα)θῶν, οἱ δὲ ἐκ παθητῶν.