Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 6
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 6.4
Not analysed yet
<ἐξ> ἀποίου μὲν καὶ ἑνὸς σώματος τὴν τῶν ὅλων συνεστήσαντο γένεσιν οἱ Στωϊκοί. ἀρχὴ γὰρ τῶν ὅλων κατ’ αὐτούς έστιν ἡ ἄποιος ὕλη καὶ δι᾿ ὅλων τρεπτή· μεταβαλλούσης δὲ αὐτῆς γίνεται πῦρ, ἀήρ, ὕδωρ, γῆ. ἐξ ἑνὸς δὲ καὶ ποιοῦ γεγενῆσθαι τὰ πάντα θέλουσιν οἵ τε περὶ τὸν Ἵππασον καὶ Ἀναξίμανδρον καὶ Θαλῆ τὸν Μιλήσιον· <ὧν> Ἵππασος μὲν Μεταπόντιος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος ἐκ πυρὸς ἀπεφήναντο τὴν γένεσιν, Ἀναξίμανδρος δὲ ἐξ ἀέρος, Θαλῆς δὲ ἐξ ὕδατος, Ξενοφάνης δὲ ἐκ γῆς. »ἐκ γῆς γάρ, φησί, πάντα ἐστί, καὶ εἰς τὴν γῆν πάντα τελευτᾷ. «