Ancient Greek
7.1 to 7.4
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 7.1-7-4
Not analysed yet
Ἐκ πλειόνων δὲ καὶ ἀριθμητῶν, δυεῖν μέν, γῆς τε καὶ ὕδατος, τὰ ὅλα συνεστηκέναι φησὶ ὁ ποιητὴς Ὅμηρος, ὁτὲ μὲν λέγων· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, ποτὲ δέ· ἀλλ’ ὑμεῖς <μὲν> πάντες ὕδωρ καὶ γαῖα συμφέρεσθαι δ᾿ αὐτῷ δοκεῖ καὶ ὁ Κολοφώνιος Ξενοφάνης· φησὶ γάρ· πάντες <γὰρ> γαίης <τε> καὶ ἐκ γῆς δὲ καὶ αἰθέρος Εὐριπίδης, ὡς πάρεστιν ἐπιγνῶναι ἐκ τοῦ λέγειν αὐτόν· αἰθέρα καὶ γαῖαν πάντων γενέτειραν ἀείδω. ἐκ τεσσάρων δὲ Ἐμπεδοκλῆς, οὕτως λέγων· τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· Ζεὺς ἀήρ, Ἥρη τε φερέσβιος, ἠδ᾿ Ἀΐδωνεύς, Νῆστις δὲ ἣ δακρύοις τέγγει κρούνωμα βρότειον. ἐκ πέντε δὲ Ὄκελλος ὁ Λευκανὸς καὶ Ἀριστοτέλης· συμπαρέλαβον γὰρ τοῖς τέσσαρσι στοιχείοις τὸ πέμπτον καὶ κυκλοφορητικὸν σῶμα, ἐξ οὗ λέγουσιν εἶναι τὰ οὐράνια. ἐκ δὲ τῶν ϛݲ τὴν τῶν ὑπέθεντο γένεσιν οἱ περὶ τὸν Ἐμπεδοκλέα. ἐν οἷς μὲν γὰρ λέγει· τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε, ἐκ τεσσάρων ποιεῖ τὴν γένεσιν· ὅταν δὲ προσθῇ·