Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 7.16
Not analysed yet
Μαρτυρεῖν δέ φασιν αὑτῶν τῷ λόγῳ οὐχ ἁπλῶς μόνην τὴν Ῥέαν, ἀλλὰ γὰρ ὡς ἔπος εἰπεῖν ὅλην τὴν κτίσιν. καὶ τοῦτο εἶναι τὸ λεγόμενον ὑπὸ τοῦ λόγου διασαφοῦσι· »τά γὰρ ἀόρατα αὐτοῦ ἀπὸ τῆς κτίσεως τοῦ κόσμου τοῖς ποιήμασιν αὐτοῦ νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, πρὸς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθη ἡ ἀσύνετος αὐτῶν καρδία·