Ancient Greek · ~5 min
7.11 to 7.15
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 7.11-15
Not analysed yet
ἡ δὲ προσθήκη τροφὴ τοῦ τρεφομένου. πᾶσα οὖν φύσις »ἐπουρανίων«, φησί, καὶ ἐπιγείων καὶ καταχθονίων« ψυχῆς ὀρέγεται. καλοῦσι δὲ Ἀσσύριοι τὸ τοιοῦτον Ἄδωνιν ἢ Ἐνδυμίωνα· καὶ ὅταν μὲν Ἄδωνις καλῆται, Ἀφροδίτη, φησίν, ἐρᾷ καὶ ἐπιθυμεῖ τῆς ψυχῆς τοῦ τοιούτου ὀνόματος· Ἀφροδίτη δὲ ἡ γένεσίς ἐστι κατ’ αὐτούς. ὅταν δὲ ἡ Περσεφόνη ἡ καὶ Κόρη ἐρᾷ τοῦ Ἀδώνιδος, θνητή, φησί, τὶς τῆς Ἀδροδίτης κεχωρισμένη τῶν γενέσεών ἐστιν ἡ ψυχή. ἐὰν δὲ ἡ Σελήνη Ἐνδυμίωνος εἰς ἐπιθυμίαν ἔλθῃ καὶ ἔρωτα μορφῆς, ἡ τῶν ὑψηλοτέρων, φησί, κτίσις προσδεῖται καὶ <αὐτὴ> ψυχῆς. ἐὰν δέ, φησίν, ἡ μήτηρ τῶν θεῶν ἀποκόψῃ τὸν Ἄττιν κοὶ αὐτὴ τοῦτον ἔχουσα ἐρώμενον, ἡ τῶν ὑπερκοσμίων, φησί, καὶ αἰωνίων ἄνω μακαρία φύσις τὴν ἀρρενικὴν δύναμιν τῆς ψυχῆς ἀνακαλεῖται πρὸς αὑτήν. ἔστι γάρ, φησίν, ἀρρενόθηλυς ὁ ἄνθρωπος. κατὰ τοῦτον οὖν αὐτοῖς τὸν λόγον πάνυ πονηρὸν καὶ κεκωλυμένον κατὰ τὴν διδασκαλίαν ἡ γυναικὸς πρὸς ἄνδρα δεδειγμένη καθέστηκεν ὁμιλία. ἀπεκόπη γάρ, φησίν, ὁ Ἄττις, τοῦτ᾿ ἔστιν ἀπὸ τῶν χοϊκῶν τῆς κτίσεως κάτωθεν μερῶν, καὶ ἐπὶ τὴν αἰωνίαν ἄνω μετεληλυθεν οὐσίαν, ὅπου, φησίν, οὐκ ἔστιν οὔτε θῆλυ οὔτε ἄρσενι ἀλλὰ καινὴ κτίσις, καινὸς ἄνθρωπος. ,ὁ ἐστιν ἀρεσενόθηλυς. ποῦ δἒ ἄνω λέγουσι, κατὰ τὸν οἰκεῖον ἐλθὼν δείξω τόπον.