Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 7.2
Not analysed yet
εἰ δὲ ἀποτύχοι αὐτὸς κακῷ περιπαρείς, οὐ πᾶσι γίνεται διδάσκαλος ὁ βλαβείς· οὓς φρεναπατᾶν βουλόμενοι ἐν τοῖς ἀποτεύγμασιν εἰς ἄπειρον τὸν νοῦν αὐτῶν συνωθοῦντες λέγουσιν οὐκ ἄλλως ἐπὶ τὸ αὐτὸ δύνασθαι τὸν <συ>σχηματισμὸν τῶν αὐτῶν ἀστέρων γίνεσθαι ἢ διὰ τῆς ἀποκαταστάσεως τοῦ μεγάλου ἐνιαυτοῦ, δι᾿ ἑπτακισχιλίων ἐτῶν καὶ ἑπτακοσίων ἑβδομήκοντα καὶ ἑπτά. πῶς οὖν φθάσει ἀνθρωπίνη παρατήρησις τοῖς τοσούτοις αἰῶσι συνδρα- μεῖν ἐπὶ μιᾶς γενέσεως;