Ancient Greek · ~2 min
7.3 to 7.5
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 7.3-5
Not analysed yet
καὶ ταῦτα οὐχ ἅπαξ ἀλλὰ πολλάκις **οίμαι παρέλιπε] πλειόνων ἐληλέγχθαι τὴν Χαλδαϊκὴν τέχνην ἔδει, καίτοι δι’ ἕτερα αὐτῆς ἡμῶν μνησθέντων, οὐχὶ ἰδίως δι᾿ αὐτήν. ἀλλ᾿ ἐπεὶ προῃρήμεθα μηδὲν τῶν παρ’ ἔθνεσι δογμάτων καταλιπεῖν διὰ τὴν πολύφωνον τῶν αἱρέσεων πανουργίαν, ἴδωμεν τί λέγουσι καὶ οἱ περὶ μεγεθῶν τετολμηκότες, οἳ κατιδόντες τὴν τῶν πλειόνων ματαιρπονίαν, ἄλλου ἄλλως διαψευσαμένους καὶ εὐδοκιμήσαντος, μεῖζόν τι ἐτόλμησαν εἰπεῖν, ὅΠως ὑπὸ τῶν τὰ μικρὰ ψεύσματα μεγάλως δοξασάντων μειζόνως δοξασθῶσι. οὑτοι κύκλους καὶ μέτρα τρίγωνά τε καὶ τετράγωνα διπλάσιά τε καὶ τριπλάσια ὑποτίθενται· πολὺς δὲ ὁ περὶ τούτου λόγος. ἀλλ’ οὐ πρὸς τὸ προκείμενον ἀναγκαῖος.