Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 7.34
Not analysed yet
τοῦτο, φησίν, ἐστὶ τὸ μέγα καὶ ἄρρητον Ἐλευσινίων μυστήριον »ὕε κύε«· καὶ ὅτι, φησίν, αὐτῷ »πάντα ὑποτέτακται«, καὶ τοῦτ᾿ ἔστι τὸ εἰρημένον«· »εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν‘. ὡς τὸ τὴν ῥάβδον <ἄγει> κινήσας ὁ Ἑρμῆς, αἱ δὲ τρίζουσαι ἕπονται αἱ ψυχαὶ συνεχῶς οὕτως, ὡς διὰ τῆς εἰκόνος ὁ ποιητὴς ἐπιδέδειχε λέγων· ὡς δ’ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τ᾿ ἀλλήλῃσιν ἔχονται. πέτρης, φησί, τοῦ Ἀδάμαντος λέγει.