Ancient Greek · ~2 min
7.35 to 7.36
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 7.35-36
Not analysed yet
οὗτος, φησίν, ἐστὶν ὁ ἀδάμας »ὁ λίθος ὁ ἀκρογωνιαῖος εἰς κεφαλὴν γεγενημένος γωνίας« —έν κεφαλῇ γὰρ εἶναι τὸν χαρακτηριστικὸν ἐγκέφαλον, τὴν οὐσίαν, »ἐξ οὑ πᾶσα πατριὰ χαρακτηρίζεται« —,»ὅν«, φησίν, »ἐντάσσω ἀδάμαντα εἰς τὰ θεμέλια Σιών«· ἀλληγορῶν, φησί, τὸ πλάσμα τοῦ ἀνθρώπου λέγει. ὁ δὲ ἐντασσόμενος ἀδάμας ἐστὶν >»ὁ ἔσω ἄνθρωπος«, θεμέλια Σιὼν δὲ οἱ> ὀδόντες· ὡς Ὅμηρος λέγει »ἕρκος ὀδόντων«, τουτέστι καὶ χαράκωμα, ἐν ᾧ ἐστιν ὁ ἔσω ἄνθρωπος, ἐκεῖθεν ἀποπεπτωκὼς ἀπὸ τοῦ ἀρχανθρώπου ἄνωθεν Ἀδάμαντος, ὁ τημθεὶς ἄνευ χειρῶν« τεμνουσῶν καὶ κατενηνεγμένος μένος εἰς τὸ πλάσμα τῆς λήθης, τὸ χοϊκόν, τὸ »ὀστράκινον«·