Ancient Greek · ~5 min
7.38 to 7.41
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 7.38-41
Not analysed yet
γένεσίς τ’ |ἐκ παλιρροίας στρεφόμενος αἰεί, ποτὲ ἄνω ποτὲ κάτω. ἀλλ ὅταν, φησί, κάτω ῥέῃ ὁ Ὠκεανός, γένεσίς ἐστιν ἀνθρώπων, ὅταν δὲ ἄνω ἐπὶ τὸ τεῖχος καὶ τὸ χαράκωμα καὶ τὴν Λευκάδα πέτρην, γένεσίς ἐστι θεῶν. τοῦτό ἐστι, φησί, τὸ γεγραμμένον· »ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες‘, ἐὰν ἀπὸ τῆς Αἰγύπτου φυγεῖν σπεύδητε καὶ γένησθε πέραν τῆς Ἐρυθρᾶς θαλάσσης εἰς τὴν ἔρημον, τουτέστιν ἀπὸ τῆς κάτω μίξεως ἐπὶ τὴν ἄνω Ἱερουσαλήμ, ἥτις ἐστὶ μήτηρ ζώντων· ἐὰν δὲ πάλιν ἐπιστραφῆτε ἐπὶ τὴν Αἴγυπτον, τουτέστιν ἐπὶ τὴν κα΄τω μῖξιν, »ὡς ἄνθρωποι ἀποθνῄσκετε«. θηντὴ γάρ, φησί, πᾶσα ἡ κάτω γένεσις, ἀθάνατος δὲ ἡ ἄνω γεννωμένη· γεννᾶται γὰρ ἐξ ὕδατος μόνου καὶ πνεύματος πνευματικός, οὐ σαρκικός· ὁ δὲ κάτω σαρκικός. τοῦτ᾿ ἔστι, φησί, τὸ γεγραμμένον· »τὸ γεγεννημένον ἐκ τῆς σάρξ σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν‘. αὕτη ἐστὶν ἡ κατ᾿ αὐτοὺς πνευματικὴ γένεσις. οὗτος, φησίν, ἐστὶν ὁ μέγας Ἰορδάνης, ἃν κάτω ῥέοντα καὶ κωλύοντα ἐξελθεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου —ἤγουν ἐκ τῆς κάτω μίξεως· Αἴγυπτος γάρ ἐστι τὸ σῶμα κατ᾿ αὐτοὺς —ἀνέστειλεν Ἰησοῦς καὶ ἐποίησεν ἄνω ῥέειν.