Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 7.37
Not analysed yet
καὶ φησὶν ὅτι τετριγυῖαι αὐτῷ ἠκολούθουν αἱ ψυχαί, τῷ λόγῳ, ὧς αὗται τετριγυῖαι ἅμ᾿ ἤϊσαν, ἦρχε δ’ ἄρα σφιν —τπθτἐστομ ἡγεῖτο —Ἑρμείας ἀκάκητα κατ’ εὐρώεντα κέλαυθα, τουτέστι, φησίν, εἰς τὰ πάσης κακίας ἀπηλλαγμένα αἰώνια χωρία. ποῦ γάρ, φησίν, ἦλθον; πὰρ δ᾿ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην, ἡ<δὲ> παρ’ Ἠελίοιο πύλας καὶ δῆμον οὗτος, φησίν, ἐστὶν Ὠκεανὸς »γένεσίς <τε> θεῶν,